TLG 4327 001 :: JOANNES Archiereus :: Ἰωάννου ἀρχιερέως τοῦ ἐν Ἐβειγίᾳ περὶ τῆς θείας τέχνης (e cod. Paris. B.N. gr. 2327, fol. 243r)

JOANNES Archiereus Alchem., Archiereus
(A.D. 5?)

Ἰωάννου ἀρχιερέως τοῦ ἐν Ἐβειγίᾳ περὶ τῆς θείας τέχνης (e cod. Paris. B.N. gr. 2327, fol. 243r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 263–267.

Citation: Volume — page — (line)

2

.

263

(1t)

ΙΩΑΝΝΟΥ ΑΡΧΙΕΡΕΩΣ ΤΟΥ ΕΝ ΕΒΕΙΓΙΑ,
2tΠΕΡΙ ΤΗΣ ΘΕΙΑΣ ΤΕΧΝΗΣ
3 Ἀλλ’ ἵνα δαψιλέστερα τὰ ῥεύματα ἔχοιμεν καθὰ ἀπορίαι τῆς σεληνιακῆς ῥεύσεως γίνονται· πορεύου κατὰ τὸ σπήλαιον
5τοῦ Ὀστάνου, καὶ ὅρα τῶν ὑδάτων τὰ ἀγγεῖα εἰς πλῆθος αὐτῷ παρασκευασθέντα καὶ ποτίμου ὕδατος πληρώσας· ἢ πρὸς τὰ ῥεύματα τοῦ Νείλου πορευθεὶς, ποίησον κατὰ τὸ γεγραμμένον, ὡς προσηγό‐ ρευσεν ὁ Ἑρμῆς λέγων· «Τὸ ἀπὸ τῆς σεληνιακῆς ἀπορίας ἐκπίπτον, ποῦ εὑρίσκεται καὶ ποῦ οἰκονομεῖται, καὶ πῶς ἄκαυστον ἔχει φύσιν, παρ’
10ἐμοὶ εὑρήσεις καὶ Ἀγαθοδαίμονι· τότε γὰρ ἀποριῶν τοσοῦτον γινόμενον εὑρίσκεται [τὸ] ἐκπεσεῖν ἐν τοῖς ὑποδεχομένοις δοχείοις, ἄκαυσ‐ τον φύσιν ἔχων ξανθὴν ὡς στίγμα χρυσοῦν· τοῖς γὰρ γλυκέοις καὶ ποτί‐ μοις ὕδασιν γλυκανθὲν, πᾶν τὸ ἀλλότριον ἐκφυσᾷ. Ἀνθ’ ὧν καὶ εἴρηται τὸ χρυσάνθιμον, χρυσόλιθον, χρυσοκογχύλιον, χρυσοζώμιον, καὶ εἴ τι
15ἄλλο διὰ χρυσὸν, καὶ περὶ χρυσόν· τοιοῦτον ὄνομα ὁ πυρίτης ἐστὶν, ὅστις καλῶς λίθος λευκανθεὶς κατὰ τὸ θεῖον ὕδωρ, ἐκφυσᾶται καὶ ξανθοῦται, οὕτως ἐλευθεροῦται. Καὶ ἀποξηραινόμενος ἰὸς χρυσὸς ἑρμη‐
νεύεται· ὃν καὶ ὁ ποιῶν ἰὸν ποιεῖ, ὁ δὲ μὴ ποιῶν οὐδὲν ποιεῖ.263

2

.

264

Τοῦτο ἀπέκρυψαν πᾶσαι αἱ γραφαὶ, καὶ διὰ μόνης τῆς ἐκστροφῆς ἐδογμάτισαν, ὡς ἔλεγον· «Ἔκστρεψον αὐτοῦ τὴν φύσιν, καὶ εὑρήσεις τὸ ζητούμενον· ἡ γὰρ φύσις ἔνδον κέκρυπται, τοῦτο γὰρ φύσιν ἔχει. Καὶ ὅτε βούλει κατεργάσασθαι, μέτελθε διὰ πάσης
5στηλογραφίας ἢ ὡς αὐτὸ Δημόκριτος στηλιτεύει· καὶ διάσκεψον ὅτι τὸν ἰὸν λαμβάνων, ποτὲ μὲν ἐν στυπτηρίᾳ προσπλέκει, ποτὲ δὲ ὤχραν, ποτὲ δὲ ἐλύδριον, ἄλλοτε ἄλλως ἐπιτηδεύων, διανοίγων τὸν νοῦν. Ὅτι δὲ αὐτὸς δύναμιν ἔχει λυτικὴν ὁ ἰὸς, ὃς βιαζόμενος ἢ λύεται ἢ εἰσκρίνει καὶ διαδύνει· ἐν τῷ κινναβάρει, ἐπεὶ μηδὲν ἐπιβάλλεσθαι, διὰ τὸ [δὴ]
10πνεῦμα γίνεσθαι· καὶ ἐντεῦθεν τῆς σφοδρότητος τοῦ πυρὸς ἀποστρέφεται, μὴ φθάνων εἰς βάθος τῆς καρδίας τοῦ χωνευμένου σώματος. Καὶ ἵνα ὡς διὰ μιᾶς στήλης ἔχοιμεν τὴν ὑπόμνησιν, οὕτως διασκεπτέον ὑπὲρ φύσιν. Λαβὼν ῥᾶ ποντικὸν, λείωσον οἴνῳ ἀμιναίῳ σκληρῷ, καὶ ποίησον πάχος κηρωτῆς· καὶ δέξει πέταλα μένης, κατέργασον καὶ ποίησον
15ὀνυχόπαχον, ἢ καὶ τούτων ἰσχνότερον, καὶ χρίσον τὸ ἥμισυ· καὶ ἐπίθες ἐν καινῷ ἀγγείῳ· καὶ περιπηλώσας πάντοθεν, καὶ καῦσον ἁπλῶς ἕως καταπίῃ τὸ φάρμακον· καὶ οὕτω ποίησον καὶ πρὸς τὸ ἄλλο ἥμισυ, ἕως ἂν ἀραιώσῃ τὰ πέταλα· καὶ ὕστερον χώνευε. Τοιοῦτον δὲ καὶ Πέρσαις διηγούμενός φησιν· οὗτος δὲ ὁ ἀνὴρ ἰδίᾳ
20σοφίᾳ ἐτελεύτησεν, εἴδεσι δὲ κεχρημένος ἔξωθεν ἔχριε τὰς οὐσίας καὶ πυρὸν εἰσέκρινεν· οὕτως δέ φησιν ἔθος Πέρσαις ποιεῖν. Διὸ καὶ ἐν πάσαις ταῖς στηλογραφίαις δι’ ἐπιχρίσεως καταβάπτειν παραδίδωσι τοῖς πολλοῖς, διαφεύγων, ἐμποιεῖ καὶ τὰς ἀποτυχίας· πολλάκις γὰρ καὶ
πλείονος ὄντος τοῦ φαρμάκου διὰ τὸ μὴ τελεῖσθαι [διὰ] τὰς264

2

.

265

ἐπιχρίσεις τὴν ἰδίαν ἐνέργειαν οὐκ ἐτέλεσεν. Εἴπομεν γὰρ ὅτι διὰ τοῦ φυσητῆρος ἀναπεμπόμενος τὸ πῦρ μετὰ πολλῆς τῆς σφοδρότητος, ἀνα‐ λίσκει τὸ πνεῦμα, καὶ ἐντεῦθεν οὐκ ἐνεργεῖ. Κέχρηται δὲ καὶ αὐτὸ ὁ Ὀστάνης ἐπὶ τέλει τῆς αὐτοῦ
5πραγματείας λέγων· «Ἐμβάπτειν δὲ τὰ πέταλα τοῖς ζωμοῖς, καὶ οὕτω ἐπιχρίειν τὸ φάρμακον· οὕτω γὰρ, φησὶν, εὐχερῶς δέξεται τὴν βαφήν». Ὑμῖν δὲ λέγω πάλιν οἷς ἔξεστιν κατασκεπτομένοις ἐπίμνησιν ποιῆσαι, ὅτι χρυσοχόοι πάντες, καὶ ὅσοι χρωΐζουσιν ἐπίστανται τὸν χρυσὸν διὰ χαλκάνθου, καὶ ἅλατος, καὶ ὤχρας, [καὶ] ἑτέρως ἕτεροι τοῦτο ἐπιτη‐
10δεύουσιν, τὰς δὲ καθάρσεις 〈ποιοῦσιν〉 τοῦ χρυσοῦ διὰ τῶν προγεγραμ‐ μένων, καὶ διὰ μυρίων ἑτέρων ἐπὶ πασώντος λειούμενοι, ἔτι σκευῶν τινων εὐκοσμίαν παραθάπτουσιν, καὶ αὐτῶν ῥιπιζομένων τῶν εἰδῶν, ἐκμύζωσι τὰ εἴδη· πᾶσαν ὅ θεια (sic) ἐγκειμένην κατὰ βάθος αὐτῶν δι’ ὧν ἔστι στοχάσασθαι τὴν φυσικὴν συμπάθειαν.
15 Φυσικῶς ὥσπερ ὁ μαγνήτης ἕλκει πρὸς ἑαυτὸν τὸν σίδηρον, οὕτω καὶ τὰ χαλκάνθη ταῦτα φυσικῶς ἕλκουσι ἑαυτὸν πᾶσαν χυτὸν παραμυζίαν ἐν τῷ χρυσῷ προγενομένην· καὶ ὥσπερ λέγουσιν τὴν ἱερα‐ τικὴν λίθον μέλαιναν τινὰ ὄντα φυσικοὺς καταπρακτικοὺς ποιεῖ τοῦς φοροῦντας αὐτὸν, οὕτω φυσικῶς ὁρῶμεν ἐνεργοῦντα καὶ τὰ δίυγρα
20πάντα καὶ τὸ στυπτηριῶδες πρὸς τοὺς ἀλείφοντας τὸν χρυ‐ σὸν καὶ τὸν ὀρθίκιον ὃ λέγεται θενακὰρ καὶ νίτρον καὶ τὰ ὅμοια πρὸς ἓν τούτων ἢ καὶ δύο μιγνύμενα ὡς ἐνεργῶν φυσικῶς τὴν ἰδίαν αὐτῶν δύναμιν κατὰ πετάλων ἐπιχριομένων.
Ἔδοξε τοῖς ἀρχαίοις καὶ διὰ τῶν λιπαρῶν ποιεῖν τὰς ἐπιχρί‐265

2

.

266

σεις τῶν πετάλων ὡς ἐπὶ τῶν λεκίθων τῶν ὠῶν. Καὶ αἰνίττεται διὰ κικίνου ἐλαίου καὶ· δι’ οὔρων ἀφθόρων, ἁλῶν, στυπτικὴν ἐχόντων δύναμιν. Ἐδογματίσθην δὲ καὶ πλειότατον, πλέον τὸ λευκὸν ὄξος καὶ ἀκριβὸν καθαρὸν δριμύτατον εἶναι· Καὶ διαιρετικῶν τῶν.
5σωμάτων φασὶν, καὶ παροξυνομένων διὰ τὸ στυπτηριῶδες· καὶ χαλ‐ κάνθῳ συνλειούμενα, ὡς γλυκὺ πάχος καὶ κηρωτῆς λαμβάνουσιν σύστασιν, ἀνάγουσαν τὰς οἰκείας δυνάμεις μεθ’ ὧν πάντα καλῶς οἰκονομοῦνται. Δεῖ φροντίζειν τὰς λοχείας, ἵνα μὴ ἐκτρώσῃ· Ὥσπερ γὰρ 〈τὰ〉
10τῆς σαρκὸς ἐκτρώματα ἄδωστα (?) γίνονται τοῦ ἐνκοσμίου φωτὸς διὰ τὸ ἀτέλεστον· καὶ παρὰ καιρὸν τῆς κυοφορίας ἀποτελεστεύειν καὶ ἐκπίπτειν τῆς σαρκὸς, τοῦτο γεννᾶται τὴν ποίησιν ταύτην, μὴ τελεσιουρ‐ γούμενον, κατὰ τῶν οἰκείων λόγων ὡς ἀτέλεστα, οὐ δύναται τελεῖν τὴν ἐπηγγελμένην γραφήν. Καὶ ὥσπερ τὰ ἀστρόπληκτα κατά τινα τοῦ
15ἀέρος ἀταξίαν φυτά τινα καὶ σπέρματα ἀνεμόφθορα γίνονται, λυουμένας τῶν εὐφοριῶν αὐτῶν, οὕτω πολλάκις κατὰ τὴν ποιωτικὴν συμβαίνει. Εἴδη καὶ τὰ πρῶτα μίξας καλῶς γίνεσθαι, ἀλλὰ κατὰ πρόθεσιν ἢ λεῖψιν τῶν ἐναντίων, τὴν συμπλοκὴν εἰ μὴ τὰς χρίσεις ἀναλόγως γίνεσθαι. Δεῖ πάντα τοίνυν φυλαττόμενον τὸν μὲν τῆς
20κυοφορίας καιρὸν μὴ ἔλαττον τῶν ἐννέα μηνῶν, ἐπεὶ ὡς ἔκτρωμα
συμβήσεται· τὸ δὲ τῆς ὀπτήσεως κατὰ πάντα [κατὰ] τὰ πέταλα266

2

.

267

μὴ ἔλαττον ὡρῶν ἐννέα· ὁ τῆς κυοφορίας γὰρ τρόπος καὶ οὕτως ἐστίν. Τὸν δὲ κατὰ τὴν ἄσκησιν τοῦ φιαλοβωμοῦ καιρὸν συγκρίνει κατὰ τὴν ταριχείαν. Ἐπιθεώρησαι γὰρ ὅτι τρεῖς τρόποι εἰσὶν τῆς ἐργασίας,
5εἰ μὲν ὅτι τῆς συγκράσεως· πρῶτος τρόπος (καὶ κατανοήσεις μου), ἔχειν καταφυρώμενα καὶ ζυμούμενα ὡς ἐπὶ τεύχωος (?) καὶ ἀλεύρου· ὥσπερ γὰρ τὸ ὑγρὸν οὐ κατὰ τὰ μέτρα τινὰ αἰθάλεται, ἀλλὰ καθόσον ἡ χρεία ἐπιζητεῖ, οὕτω καὶ ἐπὶ τοῦ συνθέματος ὀπὴν ἔχει τὸ ὀστράκινον ἄγγος καλύπτον τὴν φιάλην τὴν ἐπὶ τὴν κηροπακίδα, ἵνα περιβλέπων εἰ
10ἐλευκάνθη, ἢ ἐξανθώθη· εἰ δὲ ὀπῇ τοῦ ὀστρακίνου ἐπιπωμάζεται φιάλην ἑτέρα, ἵνα μὴ δι’ αὐτῆς ἐκπνέῃ, καὶ τὸ καρκινοειδὲς αὐτοῦ ἐκφύγῃ, ὅ ἐστιν μονοήμερον. Ἐὰν γὰρ ἄλλη ἡ ἕψησις, καὶ ἄλλη ἡ ὄπτησις, δύο καμίνων χρεία, πρῶτον φανῶν, ληκυθίων, ἔπειτα κηροτακίδων, ἢ πηξάδων, ἢ βούκλων. Ἐὰν δὲ καρκινοειδὲς ἡ ὁμοία αὐτῶν ἑψηθῆναι,
15ἐπιτιθέντα κηροτακίδων, ἐκτείνοντα δὲ ποιοῦν ὡς ἄρρευστον.267